Textos griegos con traducción al español: Minotauro, el juicio de Alejandro, Homero, los Argonautas y Dioniso
Enviado por Programa Chuletas y clasificado en Griego
Escrito el en
español con un tamaño de 19,4 KB
El Minotauro
ὁ Μινώταυρος
ὁ κύριος ἄνθρωπός ἐστιν. ἡ κυρία ἄνθρωπός ἐστιν. ὁ κύριος καὶ ἡ κυρία ἄνθρωποί εἰσιν. ὁ κύριος θεὸς οὐκ ἐστιν. ἡ κυρία θεὰ οὐκ ἐστιν. ὁ κύριος καὶ ἡ κυρία οὐκ θεοὶ ἀλλὰ ἄνθρωποί εἰσιν. ὁ κύριος καὶ ἡ κυρία θνητοί εἰσιν. ὁ Μίνως κύριος, ἡ δὲ Πασιφάη κυρία ἐστιν. ὁ Μίνως καλὸς κοῦρος, ἡ δὲ Πασιφάη καλὴ κόρη ἐστίν.
El Minotauro
El señor ser humano es. La señora ser humano es. El señor y la señora seres humanos son. El señor dios no es. La señora diosa no es. El señor y la señora no dioses sino seres humanos son. El señor y la señora mortales son. Minos señor, y Pasífae señora es. Minos hermoso muchacho, y Pasífae hermosa muchacha es.
οἱ θεοὶ τὸν οὐρανὸν οἰκοῦσι, οἱ δὲ ἄνθρωποι οἰκοῦσι τὴν γῆν. ὁ Μίνως καὶ ἡ Πασιφάη τὴν Κρήτην οἰκοῦσιν. ἡ Κρήτη καλὴ γῆ ἐστιν.
ἡ Πασιφάη υἱὸν τίκτει. ὁ υἱὸς οὐκ ἄνθρωπός ἐστιν. οὗτος ἅμα μὲν ταῦρος, ἅμα δὲ ἄνθρωπός ἐστιν· οὗτος Μινώταυρός ἐστιν. ἡ μήτηρ τὸν υἱὸν φιλεῖ, ἀλλὰ ὁ κύριος τὸν υἱὸν οὐ φιλεῖ. οἱ κοῦροι καὶ αἱ κόραι τὸν Μινώταυρον οὐ φιλοῦσιν· ὁ γὰρ Μινώταυρος τοὺς κούρους καὶ τὰς κόρας φοβεῖ.
Los dioses habitan el cielo, y los seres humanos habitan la tierra. Minos y Pasífae habitan Creta. Creta es una tierra hermosa. Pasífae da a luz un hijo. El hijo no es un ser humano. Él es en parte toro, y en parte ser humano: es el Minotauro. La madre quiere al hijo, pero el señor no quiere al hijo. Los muchachos y las muchachas no quieren al Minotauro; pues el Minotauro asusta a los muchachos y a las muchachas.
El juicio de Alejandro
ἡ κρίσις τοῦ Ἀλεξάνδρου
ἔστιν ὅτε οἱ θεοὶ καὶ οἱ ἄνθρωποι οὐ συνοικοῦσιν. οἱ θεοὶ ἐν τῷ Ὀλύμπῳ, οἱ δὲ ἄνθρωποι ἐν τῇ γῇ οἰκοῦσιν. ἀλλὰ ἐνίοτε οἱ θεοὶ καὶ οἱ ἄνθρωποι γάμον ἑορτάζουσιν.
πότε δὲ ἐν τῷ γάμῳ ἡ ἔρις περὶ τῆς εὐμορφίας ἐν ταῖς θεαῖς ἐστίν. αἱ γὰρ θεαὶ τὴν νίκην ἐθέλουσιν. ἀλλὰ οἱ θεοὶ ταῖς θεαῖς τὴν νίκην οὐ παρέχουσιν ὅτι οἱ θεοὶ τὰς θεὰς δείδουσιν.
El juicio de Alejandro (Paris)
Es cuando los dioses y los seres humanos no conviven. Los dioses habitan en el Olimpo, y los seres humanos en la tierra. Pero alguna vez los dioses y los hombres celebran una boda.
Pero una vez, en la boda, surge la disputa sobre la belleza entre las diosas. Pues las diosas quieren la victoria. Pero los dioses no conceden la victoria a las diosas porque temen a las diosas.
ἔπειτα δὲ οἱ θεοὶ τὸν ἄγγελον εἰς τὴν γῆν πέμπουσιν. ὁ ἄγγελος μόνον κοῦρον εὑρίσκει. ὁ κοῦρος σὺν τοῖς ἀνθρώποις οὐ συνοικεῖ, ἀλλὰ μόνος ἐν τῇ ὕλῃ οἰκεῖ· ὁ Ἀλέξανδρος μόνος κοῦρός ἐστι καὶ ἡ κρίσις περὶ τῆς εὐμορφίας τῷ Ἀλεξάνδρῳ ἐστίν.
ἥκουσι οὖν αἱ τρεῖς θεαί· Ἀθηνᾶ, Ἥρα καὶ Ἀφροδίτη. καὶ σὺν ταῖς θεαῖς ὁ τῶν θεῶν ἄγγελος ἥκει. ἡ Ἀθηνᾶ τῆς σοφίας θεά ἐστιν, ἡ Ἥρα τοῦ γάμου θεά ἐστιν καὶ θεὰ τῆς εὐμορφίας, καὶ ἡ Ἀφροδίτη θεὰ τοῦ ἔρωτος ἐστίν.
τέλος δὲ ὁ κοῦρος τὴν Ἀφροδίτην ἐκλέγει καὶ ἡ θεὰ δῶρον τῷ κούρῳ παρέχει· τὴν καλλίστην κόρην, Ἑλένην.
Y después los dioses envían al mensajero a la tierra. El mensajero encuentra a un muchacho solitario. El muchacho no convive con los seres humanos, sino que vive solo en el bosque: Alejandro es el muchacho solitario y el juicio sobre la belleza le corresponde a Alejandro.
Así pues llegan las tres diosas: Atenea, Hera y Afrodita. Y con las diosas llega el mensajero de los dioses. Atenea es la diosa de la sabiduría, Hera es la diosa del matrimonio y de la belleza, y Afrodita es la diosa del amor.
Y finalmente el muchacho elige a Afrodita, y la diosa da al muchacho un regalo: la muchacha más bella, Helena.
La vida de Homero
ὁ τοῦ Ὁμήρου βίος
ὁ μὲν τοῦ Ὁμήρου βίος ἄγνωστος τοῖς ἀνθρώποις ἐστί, ὁ δὲ Ὅμηρος ὁ ποιητὴς ἔνδοξος· ὁ γὰρ Ὅμηρος πρῶτος τῶν ποιητῶν ἐστίν. οἱ ἄνθρωποι λέγουσιν ὅτι ὁ Ὅμηρος ὁ ποιητὴς υἱὸς τῶν θεῶν ἐστι· ἡ οὖν συγγένεια ἐκ Καλλιόπης τῆς Μούσης ἐστίν. ἔνιοι δὲ λέγουσιν ὅτι ὁ ποιητὴς τυφλός ἐστιν.
ὅτε ὁ Ὅμηρος νέος ἐστί, οἰκεῖ ἐν Χίῳ τῇ νήσῳ. ἔπειτα δὲ τοὺς ὁδοὺς βαίνει καὶ ᾄδει τὰς τῶν ἀνθρώπων τε καὶ τῶν θεῶν δόξας.
Por un lado, la vida de Homero es desconocida para los hombres; por otro lado, Homero el poeta es famoso. Pues Homero es el primero de los poetas. Los hombres dicen que Homero el poeta es hijo de los dioses; así pues, su linaje procede de Calíope, la Musa. Algunos dicen que el poeta es ciego.
Cuando Homero es joven, vive en la isla de Quíos. Y después recorre los caminos y canta las glorias de los hombres y de los dioses.
ὁ ποιητὴς ἱστορεῖ τὰς ἐν Τροίᾳ συμφοράς· μακρὸς γὰρ πόλεμος ἐν ἀνθρώποις ἐστί. αἰεὶ μὲν ἡ εἰρήνη καλή, οὔποτε δὲ οἱ πόλεμοι καλοί εἰσιν. ἡ οὖν τῶν ἀνθρώπων τύχη κακή ἐστι· κακὴν γὰρ τελευτὴν τοῦ βίου ὁ θάνατος φέρει. τὸν δὲ θάνατον φεύγουσιν οἱ ἄνθρωποι, ἀλλὰ ὁ τῶν ἀνθρώπων βίος δῶρον τῶν θεῶν ἐστιν.
ἡ τοῦ Ὁμήρου δόξα εἰς τὸν οὐρανὸν ἥκει. «τὴν Ἑλλάδα παιδεύει ὁ Ὅμηρος ὁ ποιητής», ὡς λέγει ὁ σοφός.
El poeta narra los sucesos de Troya; pues hay una larga guerra entre los hombres. Siempre la paz es hermosa, pero nunca las guerras son hermosas. Así pues, la suerte de los hombres es mala; pues la muerte trae un final malo a la vida. Y los hombres huyen de la muerte, pero la vida de los hombres es un regalo de los dioses.
La fama de Homero llega al cielo. «Homero el poeta educa a Grecia», como dice el sabio.
Los Argonautas
οἱ Ἀργοναῦται
κατὰ τὸν τῶν ποιητῶν λόγον αἰεὶ οἱ ἄνθρωποι τὴν δόξαν διώκουσιν. πολλάκις οὖν οἱ ἄνθρωποι τοὺς ὁδοὺς βαίνουσι καὶ περὶ τοῦ βίου κινδυνεύουσιν· οἱ δὲ ποιηταὶ καλὰ βιβλία περὶ τῆς τῶν ἀνθρώπων τόλμης γράφουσιν.
ὁ Ἀπολλώνιος ὁ Ῥόδιος τὸν τοῦ πρώτου πλοίου μῦθον ἱστορεῖ· ὁ ποιητὴς μυθολογεῖ ὅτι οἱ ἄριστοι κοῦροι καὶ μία γυνὴ τὴν θάλατταν πλέουσι καὶ εἰς τὴν Κολχικὴν γῆν ἥκουσιν. τέλος δὲ ἔνιοι ναῦται ἀποθνῄσκουσι, ἀλλὰ τὴν δόξαν ἔχουσιν.
Según la palabra de los poetas, los hombres persiguen siempre la gloria. Así pues, muchas veces los hombres recorren los caminos y arriesgan la vida; y los poetas escriben bellos libros sobre el valor de los hombres.
Apolonio de Rodas narra el mito del primer barco; el poeta cuenta que los mejores muchachos y una sola mujer navegan por el mar y llegan a la tierra de la Cólquide. Y finalmente algunos marineros mueren, pero tienen la gloria.
ὅτε ὁ Ἰάσων ἔτι νέος ἐστίν, ἐν Ἰωλκῷ βασιλεύειν ἐθέλει. ὁ οὖν τοῦ Ἰωλκοῦ κύριος, ὁ Πελίας, τῷ νέῳ ἆθλον κελεύει· ὁ νεανίας ὀφείλει τὸν χρύσεον πόκον αὐτῷ φέρειν. ὁ δὲ πόκος ἐν Κολχικῇ γῇ ἐστιν· ὁ δεινὸς δράκων αὐτὸν φυλάττει.
οἱ ναῦται κατασκευάζουσι τὸ πλοῖον, ἔπειτα δὲ παρὰ τὰς νήσους πλέουσι καὶ εἰς τὴν Κολχικὴν γῆν ἥκουσιν. καὶ ὅτε ὁ Ἰάσων πρὸς τὸν κύριον βαίνει, αἰτεῖ τὸν χρύσεον πόκον. ἀλλὰ ὁ κύριος αὐτῷ ἆθλον κελεύει· ὁ νεανίας ὀφείλει τοὺς χαλκείους ταύρους μόνος ζευγνύειν, εἰσὶν δὲ ἄγριοι ταῦροι. τότε δὲ ἡ Μήδεια, ἐρωμένη τοῦ νεανίου, συνεργεῖ τῷ κούρῳ· τοῦ νεανίου γυνὴ εἶναι ἐθέλει. τέλος δὲ ὁ Ἰάσων τοὺς ταύρους ζευγνύει καὶ τὸν χρύσεον πόκον λαμβάνει.
Cuando Jasón todavía es joven, quiere reinar en Yolco. Así pues, el señor de Yolco, Pelias, ordena al joven una prueba: el joven debe traerle el vellocino de oro. El vellocino está en la tierra de la Cólquide; un terrible dragón lo custodia.
Los marineros construyen el barco, y después navegan cerca de las islas y llegan a la tierra de la Cólquide. Y cuando Jasón va ante el señor, pide el vellocino de oro. Pero el señor le ordena una prueba: el joven debe uncir solo los toros de bronce, que son toros salvajes. Entonces Medea, enamorada del joven, ayuda al muchacho, pues quiere ser su esposa. Y finalmente Jasón unce los toros y toma el vellocino de oro.
Medea la hechicera
ἡ Μήδεια ἡ φαρμακίς
ἡ Μήδεια θυγάτηρ τοῦ Αἰήτου ἐστί· ὁ Αἰήτης κύριος τῆς Κολχικῆς γῆς ἐστίν. ἡ κόρη ἐρωμένη τοῦ καλοῦ νεανίου ἐστί· νυκτὸς οὖν κρύφα τοῦ Αἰήτου ἡ Μήδεια τὸν νεανίαν εἰς τὸν πόκον ἄγει. ἐπειδὴ δὲ τὸ δεινὸν κνώδαλον κατακοιμίζει τοῖς φαρμάκοις, λαμβάνει τὸν χρύσεον πόκον καὶ ἐπὶ τὸ πλοῖον βαίνουσιν. βαίνει δὲ μετὰ Μήδειας καὶ ὁ ἀδελφὸς Ἄψυρτος· ἔπειτα δὲ νυκτὸς ἐκπλέουσιν.
ὅτε δὲ ὁ Αἰήτης ἐπιγιγνώσκει τὴν τῆς κόρης τόλμαν, κελεύει τὸ πλοῖον διώκειν. ἀλλὰ ἡ Μήδεια τὸν Αἰήτην βλέπει καὶ τὸν ἀδελφὸν ἀποκτείνει καὶ κατατέμνει· ἔπειτα δὲ τὰ κῶλα ῥίπτει εἰς τὴν θάλατταν. καὶ ὁ Αἰήτης τοῦ διωγμοῦ ὑστερεῖ, διότι τὰ τοῦ κούρου κῶλα ἀθροίζει.
Medea es hija de Eetes; Eetes es el señor de la tierra de la Cólquide. La muchacha está enamorada del hermoso joven; así pues, de noche, a escondidas de Eetes, Medea conduce al joven hacia el vellocino. Después de adormecer al terrible monstruo con venenos, toman el vellocino de oro y van hacia el barco. Con Medea va también su hermano Apsirto; y después zarpan de noche.
Pero cuando Eetes descubre la audacia de su hija, ordena perseguir el barco. Medea ve a Eetes, mata a su hermano, lo descuartiza y después arroja los miembros al mar. Y Eetes se retrasa en la persecución porque recoge los miembros del joven.
II
τέλος δὲ ὁ Ἰάσων, ἐπειδὴ εἰς Ἰωλκὸν ἥκουσι, τῷ κυρίῳ τὸν πόκον παρέχει· ἀθάνατον δόξαν ἔχει. αὖθις δὲ ὁ κοῦρος τὴν Μήδειαν παρακαλεῖ ἀποκτείνειν τὸν τοῦ Ἰωλκοῦ κύριον. ἡ δὲ Μήδεια εἰς τὸ βασίλειον βαίνει καὶ τὰς κόρας πείθει ποιεῖν νέον τὸν κύριον διὰ φαρμάκων, ὥσπερ Μήδεια νέον ποιεῖ κριόν· ἀλλὰ αἱ κόραι τὸν κύριον ἀποκτείνουσι. τέλος δὲ οἱ οἰκισταὶ τὸν κοῦρον καὶ τὴν Μήδειαν τῆς Ἰωλκοῦ ἐκβάλλουσιν.
τότε δὲ εἰς Κόρινθον μετὰ τῶν ἀρίστων ναυτῶν πλεῖ καὶ ἐκεῖ τὸ πλοῖον τοῖς θεοῖς ἀποθύει. εὐδαιμονοῦσι μὲν κατ' ἀρχὰς καὶ δύο παιδία ἔχουσι· ἡ δὲ καλὴ Γλαύκη, ἡ τοῦ Κορίνθου κυρίου θυγάτηρ, γυνὴ τοῦ κούρου εἶναι ἐθέλει. τότε δὲ ὁ Ἰάσων Μήδειαν ἐκβάλλει. ἀλλὰ ἡ Μήδεια, ἐπειδὴ τὴν τοῦ κούρου ἀχαριστίαν ὀνειδίζει πολλάκις, τῇ Γλαύκῃ πέπλον φαρμάκοις πέμπει. καὶ ὁ πέπλος τὴν κόρην μετὰ τοῦ κυρίου φλέγει. τέλος δὲ τὰ φίλα παιδία ἀποκτείνει.
Y finalmente Jasón, después de llegar a Yolco, entrega el vellocino al señor: tiene gloria inmortal. Pero de nuevo el muchacho pide a Medea que mate al señor de Yolco. Medea va al palacio y convence a las muchachas de rejuvenecer al señor mediante venenos, como Medea rejuveneció a un carnero; pero las muchachas matan al señor. Y finalmente los habitantes expulsan de Yolco al muchacho y a Medea.
Entonces Medea navega a Corinto con los mejores marineros, y allí consagra el barco a los dioses. Al principio son felices y tienen dos hijos; pero la hermosa Glauce, hija del señor de Corinto, quiere ser la esposa del muchacho. Entonces Jasón expulsa a Medea. Pero Medea, que reprocha muchas veces la ingratitud del muchacho, envía a Glauce un peplo impregnado de venenos. Y el peplo abrasa a la muchacha junto con el señor. Y finalmente mata a sus queridos hijos.
Dioniso
ὁ Διόνυσος
Ι
ἡ γὰρ καλὴ Σεμέλη καὶ ὁ Ζεὺς ἐρώμενοί εἰσιν· κρύφα δὲ τῆς Ἥρας συνοικοῦσιν. τότε δὲ ὁ Ζεύς, ἐξαπατώμενος ὑπὸ τῆς Ἥρας, βαίνει εἰς τὸν θάλαμον σὺν ἀστραπαῖς καὶ βρονταῖς καὶ τὸν κεραυνὸν βάλλει. ἡ μὲν Σεμέλη διὰ τὸν δεινὸν φόβον ἀποθνῄσκει, ὁ δὲ Ζεὺς τὸ ἄγονον παιδίον ἐκ τοῦ πυρὸς σῴζει καὶ εἰς τὸν μηρὸν ῥάπτει. κατὰ οὖν τὸν χρόνον τὸν Διόνυσον τίκτει ὁ Ζεύς.
νῦν δὲ οἱ ἄνθρωποι λέγουσιν ὅτι ὁ Ἑρμῆς τὸ παιδίον λαμβάνει καὶ εἰς τὴν Νύσαν ἐν τῇ Αἰθιοπίᾳ φέρει. καὶ ἐκεῖ αἱ νύμφαι τὸν Διόνυσον τρέφουσιν. διὰ δὲ χρόνου ἡ Ἥρα μανίαν τῷ Διονύσῳ βάλλει καὶ ὁ νεανίας Αἴγυπτον καὶ Συρίαν περιτρέχει. τέλος δὲ ὁ Διόνυσος εὑρετὴς τῆς ἀμπέλου ἐστίν.
Pues la hermosa Semele y Zeus son amantes; y conviven a escondidas de Hera. Entonces Zeus, engañado por Hera, entra en la habitación con relámpagos y truenos y lanza el rayo. Semele muere por el terrible miedo; Zeus salva del fuego al niño aún no nacido y lo cose en su muslo. Así pues, llegado el momento, Zeus da a luz a Dioniso.
Y ahora los hombres dicen que Hermes toma al niño y lo lleva a Nisa, en Etiopía. Allí las ninfas crían a Dioniso. Y después de un tiempo Hera infunde locura en Dioniso, y el joven recorre errante Egipto y Siria. Y finalmente Dioniso es el descubridor de la vid.
ἔπειτα δὲ εἰς τὴν Φρυγίαν ἥκει, διότι ἡ Ῥέα ἡ θεὰ τὸν Διόνυσον καθαίρει. ἐκεῖθεν οὖν ἐπὶ τοὺς Ἰνδοὺς βαίνει· αἱ Βάκχαι καὶ ὁ τῶν Σατύρων ὅμιλος τῷ νεανίᾳ ἀκολουθοῦσιν. πανταχῆ μὲν αἱ γυναῖκες τὰς οἰκίας λείπουσι καὶ τὸν τοῦ θεοῦ υἱὸν ἀκολουθεῖν ἐθέλουσιν. πανταχῆ δὲ ὁ νεανίας δείκνυσι ὅτι θεός ἐστιν· ἀλλὰ πολλοὶ τὸν νεανίαν ὑβρίζουσι καὶ ἐκβάλλουσιν.
ὁ οὖν Διόνυσος εἰς τὴν θάλατταν φεύγει καὶ λῃστῶν πλοῖον μισθοῦται. καὶ τὸ πλοῖον εἰς τὴν νῆσον πλεῖ, ἀλλὰ οἱ λῃσταὶ τὸν νεανίαν πωλεῖν ἐθέλουσι καὶ εἰς τὴν Ἀσίαν πλέουσιν. τότε δὲ ὁ θεὸς σὺν τῇ τῶν αὐλῶν βοῇ τοὺς λῃστὰς φοβεῖ· καὶ οὗτοι, μεταμορφούμενοι εἰς δελφῖνας, ἑαυτοὺς εἰς τὴν θάλατταν ῥίπτουσιν. ἔπειτα δὲ οἱ ἄνθρωποι τὸν Διόνυσον ὡς ἀθάνατον θεὸν σέβουσιν.
Después llega a Frigia, porque la diosa Rea purifica a Dioniso. Desde allí se dirige contra los indios: las bacantes y el grupo de sátiros acompañan al joven. Por todas partes las mujeres abandonan sus casas y quieren seguir al hijo del dios. Por todas partes el joven muestra que es un dios; pero muchos lo injurian y lo expulsan.
Así pues, Dioniso huye al mar y alquila un barco de piratas. El barco navega hacia la isla, pero los piratas quieren vender al joven y navegan hacia Asia. Entonces el dios, con el clamor de las flautas, asusta a los piratas; y ellos, transformados en delfines, se arrojan al mar. Y después los hombres veneran a Dioniso como a un dios inmortal.